TLG 1567 001 :: PARRHASIUS :: Epigrammata

PARRHASIUS Epigr., Pictor
(Ephesius: 5/4 B.C.)

Epigrammata

Source: Diehl, E. (ed.), Anthologia lyrica Graeca, fasc. 1, 3rd edn. Leipzig: Teubner, 1949: 110–111.

frr. 1–3

Citation: Epigram — (line)

1

Ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου. οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς 〈μ’〉 ἀνέφυσε
γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.110

2

Εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· ‘φημὶ γὰρ ἤδη τέχνης ηὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφ’ ἡμετέρης· ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος. ἀμώμητον δ’ οὐδὲν ἔγεντο βροτοῖς.‘

3

οἷος δ’ ἐννύχιον φαντάζετο πολλάκι φοιτῶν
Παρρασίωι δι’ ὕπνου, τοῖος ὅδ’ ἐστὶν ὁρᾶν.111